ΚΑΛΩΣ ΗΡΘΑΤΕ ΣΤΟ DEMATI ΣΑΣ ΕΥΧΟΜΑΙ ΚΑΛΗ ΔΙΑΣΚΕΔΑΣΗ...

Καινούριο ανέκδοτο, video, φωτογραφία;
Στείλτο μας στο DIMI_VASO@YAHOO.GR και θα το δεις on-line


Κυριακή, 19 Οκτωβρίου 2008

Ευχές επί πάσαν ασθενείαν

ΕΥΧΗ ΕΠΙ ΠΑΣΑΝ ΑΣΘΕΝΕΙΑΝ
Δεσποτα παντοκρατωρ,ιατρε ψυχων και σωματων,ο ταπεινων και ανυψων,ο παιδευων και παλιν ιωμενος,τον αδελφον ημων(ονομα)τον ασθενουντα επισκεψαι εν τω ελεει σου.
Εκτεινων τον βραχιονα σου,τον πληρη ιασεως και θεραπειας,και ιασαι αυτον,εξανιστων απο κλινης και αρρωστιας,επιτιμησον τω πνευματι της ασθενειας,αποστησον απ'αυτου πασαν πληγην,πασαν αλγηδονα,πασαν μαστιγα,παντα πυρετον η ριγος,και ει τι εστιν εν αυτω πλημελλημα η ανομημα,αφες,αφες,συγχωρησον δια την σην φιλανθρωπιαν.
Ναι,κυριε,φεισαι του πλασματος σου,εν Χριστω Ιησου τω Κυριω ημων,μεθ'ου ευλογητος ει,συν τω Παναγιω και αγαθω και ζωοποιω σου Πνευματι,νυν και αει και εις τους αιωνας των αιωνων.Αμην

ΕΥΧΗ ΕΠΙ ΑΡΡΩΣΤΟΥ
Πατερ αγιε ιατρε των ψυχων και των σωματων ημων ο πεμψας τον μονογενη σου Υιον τω Κυριον ημων Ιησουν Χριστον πασαν νοσον ζωμενον και εκ θανατου λυτρουμενον ιασαι και τον δουλον σου(ονομα) εκ της περιεχουσης αυτον σωματικης και ψυχικης ασθενειας,και ζωοποιησον αυτον της θειας σου χαριτος.
Πρεσβειαις Υπεραγιας ημων Θεοτοκου και αειπαρθενου Μαριας,προστασιας των τιμιων επουρανιων δυναμεων ασωματων,δυναμει του τιμιου και ζωοποιου Σταυρου,του τιμιου ενδοξου προφητου Προδρομου και βαπτιστου Ιωαννου,των αγιων ενδοξων και πανευφημων Αποστολων,των αγιων ενδοξων και καλλινικων Μαρτυρων,των οσιων και θεοφορων Πατερων ημων,των αγιων και ιαματικων Αναργυρων Κοσμα και Δαμιανου,Κυρου και Ιωαννου,Παντελεημονος και Ερμολαου,Σαμψων και Διομηδους,Φωτιου και Ανικητου,των αγιων και δικαιων θεοπατερων Ιωακειμ και Αννης,και παντων σου των Αγιων,οτι συ ει η πηγη των ιαματων Χριστε ο Θεος ημων και ου την δοξαν αναπεμπομεν τω Πατρι και τω Υιω και το Αγιο Πνευματι,νυν και αει και εις τους αιωνας των αιωνων.Αμην

ΕΝ ΣΥΝΕΧΕΙΑΝ ΔΙΑΒΑΖΕΤΑΙ ΚΙ ΑΥΤΗ Η ΕΥΧΗ
Ευλογητος ο θεος ο καλος ιατρος των ψυχων και των σωματων ημων,ο τας νοσους ημων απονως βασταζων,ου τω μωλωπι αυτου παντες ιαθημεν,ο τον θανατου θανατωσας και τους εν τοις μνημασι ζωην χαρισαμενος,ο τον Λαζαρον εκ νεκρων αναστησας τετραημερον και επισκεψαμενος την πενθεραν Σιμωνος των αποστολων του κορυφαιου Πετρου και επι λογω αποστησας αυτης τον πυρετον,ο τους δυοιν χρεωφειλετας το δανειον χαρισαμενος και τω αμαρτωλω γυναικι αφεσιν δωρησαμενος αυτος πολυευσπλαγχνε Κυριε μακροθυμε και πολυελαιε επειδε εφ'ημας και επι τον(την) δουλον σου(ονομα του αρρωστου) και διωξον απ'αυτον την κεφαλαλγιαν,το ζηλος,το βαρος,τον καυσωνα και λυτρωσον αυτον απο φρικασμου,απο ριγος,απο πυρετον,απο ημερας πονηρας και ωρας,και απο οφθαλμον πονηρων ανθρωπων,και απο πασης νοσου και μαλακιας.Πραυνον τον πονον,φυγαδευσον τον πυρετον,διωξον την ασθενειαν,ινα και αυτος μνησθειη την προφητειαν Δαυιδ την λεγουσαν"Ελεησον με ο Θεος κατα το μεγα ελεος σου και κατα το πληθος των οικτιρμων σου εξαληψον απ'εμου πασαν αμαρτιαν,πασαν αρρωστιαν και βλασφημιαν.
Συ γαρ ει ο αληθινος ιατρος των ψυχων και των σωματων ημων και σοι την δοξαν αναπεμπομεν τω Πατρι και τω Υιω και τω Αγιω Πνευματι,νυν και αει και εις τους αιωνας των αιωνων. Αμην

Δεν υπάρχουν σχόλια: